Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.29 Dem. 55.32 (English) >>Dem. 55.35

55.30δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως. ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι. καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.

55.31μὴ θαυμάζετε δʼ, ἄνδρες δικασταί, τὴν τούτου προθυμίαν, μηδʼ εἰ τὰ ψευδῆ κατηγορεῖν νῦν τετόλμηκεν. καὶ γὰρ τὸ πρότερον πείσας τὸν ἀνεψιὸν ἀμφισβητεῖν μοι τοῦ χωρίου, συνθήκας οὐ γενομένας ἀπήνεγκεν, καὶ νῦν αὐτὸς ἐρήμην μου καταδεδιῄτηται τοιαύτην ἑτέραν δίκην, Κάλλαρον ἐπιγραψάμενος τῶν ἐμῶν δούλων. πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τοῦθʼ ηὕρηνται σόφισμα· Καλλάρῳ τὴν αὐτὴν δίκην δικάζονται. 55.32καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου; Καλλάρῳ δʼ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες, ὑπὲρ ὧν πατὴρ πλέον πεντεκαίδεκʼ ἔτη φράξας ἐπεβίω δικάζονται. κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος πρὸς ἕτερα χωρία ἀλλαξάμενος, οὐδὲν ἀδικεῖ Κάλλαρος· ἂν δʼ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι, πάντα τὰ δεινόταθʼ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι, καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται, καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρίʼ ἕξουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.29 Dem. 55.32 (English) >>Dem. 55.35

Powered by PhiloLogic